Ancient Greek · ~2 min
Chapter 16
Procopius, Ἀπόκρυφη Ἱστορία 16.11
Not analysed yet
ἐληίσατο πάντα. ὑποψίας δὲ συμπεσούσης αὐτῇ ἐρωτολήπτῳ εἶναι εἰς τῶν οἰκετῶν ἕνα, Ἀρεόβινδον ὄνομα, βάρβαρον μὲν γένος, εὐπρεπῆ δὲ καὶ νεανίαν, ὅνπερ ταμίαν αὐτὴ καταστησαμένη ἐτύγχανεν, ἀπολύσασθαι βουλομένη τὸ ἔγκλημα, καίπερ, ὥς φασι, τοῦ ἀνθρώπου δαιμονίως ἐρῶσα, ἐν μὲν τῷ παρόντι πικρότατα αὐτὸν ἀπ’ οὐδεμιᾶς αἰτίας αἰκίζεσθαι ἔγνω, τὸ δὲ λοιπὸν οὐδέν τι ἀμφ’ αὐτῷ ἔγνωμεν, οὐδέ τις αὐτὸν ἄχρι νῦν εἶδεν.