Ancient Greek · ~7 min
17.11 to 17.22
Procopius, Ἀπόκρυφη Ἱστορία 17.11-22
Not analysed yet
αὗται μὲν οὖν ἀνδράσι πτωχοῖς τε καὶ ἀπερριμμένοις πολλῷ ἀπὸ τῆς σφετέρας ἀξίας ἀκούσιαι ξυνῳκίσθησαν, καίπερ εὐπατριδῶν σφίσι παρόντων μνηστήρων. ἡ δὲ μήτηρ αὐταῖς χήρα καὶ αὐτὴ γεγονυῖα οὔτε ἀνοιμῶξαι οὔτε ἀποκλαῦσαι τολμῶσα τὸ πάθος παρῆν τῇ ἐγγύῃ. ὕστερον δὲ ἀφοσιουμένη ἡ Θεοδώρα τὸ μίασμα, δημοσίαις αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω. ἄρχοντα γὰρ ἑκάτερον κατεστήσατο. καὶ ταῖς μὲν κόραις παραψυχὴ οὐδ’ ὣς γέγονε, πάθη δὲ ἀνήκεστα καὶ ἀνύποιστα τοῖς ὑπηκόοις σχεδόν τι ἅπασι πρὸς τῶν ἀνδρῶν τούτων ξυνηνέχθη παθεῖν, ἅπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται. Θεοδώρᾳ γὰρ οὔτε ἀρχῆς οὔτε πολιτείας ἀξίωσις οὔτε τι ἄλλο ἐπιμελὲς ἦν, εἰ τὸ βούλημα περανεῖται μόνον. Ἐτύγχανε δὲ ὑπό του κυήσασα τῶν ἐραστῶν, ἡνίκα ἔτι ἐπὶ σκηνῆς ἦν, τοῦ δὲ κακοῦ ὀψὲ τοῦ καιροῦ αἰσθομένη πάντα μὲν ἐς τὸ ἀμβλύσκειν, ὥσπερ εἰώθει, ἐποίει, ἄωρον δὲ ἀποκτιννύναι τὸ βρέφος οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπεὶ οὐ πολλῷ ἀπελέλειπτο τοῦ ἀνθρωποειδὲς γεγονέναι. διὸ δὴ ἐπεὶ οὐδὲν προὐχώρει, τῆς πείρας ἀφεμένη τίκτειν ἠνάγκαστο. ὁρῶν δὲ αὐτὴν ὁ τοῦ τεχθέντος πατὴρ ἀπορουμένην τε καὶ ἀσχάλλουσαν, ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν δυνατὴ εἴη, ἐπεὶ καὶ ἀληθῶς δὴ ὑπῄσθετο ὡς διαχρήσεται τὸ παιδίον, ἀνείλετό τε καὶ Ἰωάννην ἐπονομάσας, ἐπεὶ ἄρσεν ἦν, ἐς τὴν Ἀραβίαν ἐς ἥνπερ ὥρμητο ἀπιὼν ᾤχετο. ἐπεὶ δὲ αὐτὸς μὲν τελευτᾶν ἔμελλεν, Ἰωάννης δὲ ἤδη μειράκιον ἦν, τὸν πάντα λόγον αὐτῷ ἀμφὶ τῇ μητρὶ ὁ πατὴρ ἔφρασε. καὶ ὃς ἅπαντα ἐπὶ τῷ πατρὶ ἐξ ἀνθρώπων ἀφανισθέντι τὰ νόμιμα ποιήσας, χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἦλθε καὶ τοῖς παρὰ τὴν μητέρα τὰς εἰσόδους ἀεὶ ποιουμένοις τὸ πρᾶγμα ἀγγέλλει. οἱ δὲ οὐδὲν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου αὐτὴν λογιεῖσθαι ὑποτοπήσαντες ἐπαγγέλλουσι τῇ μητρὶ ὅτι δὴ αὐτῆς Ἰωάννης ὁ υἱὸς ἥκοι. δείσασα δὲ ἡ γυνὴ μὴ ἐς τὸν ἄνδρα ἔκπυστος ὁ λόγος γένηται, τὸν παῖδά οἱ ἐς ὄψιν ἐκέλευεν ἥκειν. ἐπεί τε εἶδε παραγενόμενον, τῶν οἰκείων τινὶ ἐνεχείρισεν,