Ancient Greek · ~4 min
17.32 to 17.37
Procopius, Ἀπόκρυφη Ἱστορία 17.32-37
Not analysed yet
ὅπερ ἄλλους τε πολλοὺς ἔδρασε καὶ Λέοντα, ὅσπερ ῥεφερενδάριος ἦν τὴν τιμὴν, καὶ Σατορνῖνον, τὸν Ἑρμογένους τοῦ μαγίστρου γεγονότος . τούτῳ γὰρ τῷ Σατορνίνῳ ἦν τις ἀνεψιαδῆ παρθένος μνηστὴ, ἐλευθέριος καὶ κοσμία, ἥνπερ οἱ Κύριλλος ὁ πατὴρ κατηγγύησεν Ἑρμογένους τοῦ βίου ἤδη ἀπολυθέντος. πεπηγυίας τε αὐτοῖς τῆς παστάδος τὸν νυμφίον καθεῖρξεν, ἔς τε τὴν ἑτέραν παστάδα ἤχθη, ἔγημέ τε κωκύων καὶ οἰμώζων ὅσον τὴν Χρυσομαλλοῦς παῖδα. Χρυσομαλλὼ δὲ αὕτη πάλαι μὲν ὀρχηστρὶς ἐγεγόνει καὶ αὖθις ἑταίρα, τότε δὲ ξὺν ἑτέρᾳ Χρυσομαλλοῖ καὶ Ἰνδαροῖ ἐν Παλατίῳ τὴν δίαιταν εἶχεν. ἀντὶ γὰρ τοῦ φαλλοῦ καὶ τῆς ἐν θεάτρῳ διατριβῆς τῇδε διῳκοῦντο τὰ πράγματα. ξυγκαταδαρθὼν δὲ ὁ Σατορνῖνος τῇ νύμφῃ καὶ διαπεπαρθενευμένην εὑρὼν ἔς τινα τῶν ἐπιτηδείων ἐξήνεγκεν ὅτι δὴ οὐκ ἄτρητον γήμαι. ὅπερ ἐπεὶ ἐς Θεοδώραν ἦλθε, τοὺς ὑπηρέτας ἐκέλευεν ἅτε ἀποσεμνυνόμενόν τε καὶ ὀγκωθέντα οὐδὲν αὐτῷ προσῆκον, μετέωρον αἴρειν, οἷα τὰ ἐς γραμματιστοῦ φοιτῶντα παιδία, ξαίνουσά τε κατὰ τῶν νώτων πολλὰς ἀπεῖπεν αὐτῷ μὴ φλυάρῳ εἷναι.