Ancient Greek · ~7 min
18.1 to 18.9
Procopius, Ἀπόκρυφη Ἱστορία 18.1-9
Not analysed yet
Ὅτι δὲ οὐκ ἄνθρωπος, ἀλλὰ δαίμων τις, ὥσπερ εἴρηται, ἀνθρωπόμορφος ἦν, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος ὧν εἰς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν. ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμένων καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται. τὸ μὲν οὖν μέτρον ἐς τὸ ἀκριβὲς φράσαι τῶν ὑπ’ αὐτοῦ ἀνῃρημένων οὐκ ἄν ποτε, μοὶ δοκεῖ, τῶν πάντων τινὶ ἢ τῷ θεῷ δυνατὰ εἴη. θᾶσσον γὰρ ἄν τις, οἶμαι, τὴν πᾶσαν ψάμμον ἐξαριθμήσειεν ἢ ὅσους ὁ βασιλεὺς οὗτος ἀνῄρηκε. τὴν δὲ χώραν ἐπὶ πλεῖστον διαριθμούμενος, ἥνπερ ἔρημον τῶν ἐνοικούντων ξυμπέπτωκεν εἶναι, μυριάδας μυριάδων μυρίας φημὶ ἀπολωλέναι. Λιβύη μὲν γὰρ ἐς τοσοῦτον διήκουσα μέτρον οὕτως ἀπόλωλεν ὥστε ὁδὸν ἰόντι πολλὴν ἀνδρὶ ἐντυχεῖν χαλεπόν τε καὶ λόγου ἄξιον εἶναι. καίτοι Βανδίλων μὲν τῶν ὅπλα ἀρχὴν αἰρομένων ἐνταῦθα μυριάδες ὀκτὼ ἐτύγχανον οὖσαι, γυναίων δὲ καὶ παιδαρίων καὶ θεραπόντων αὐτῶν τίς ἂν εἰκάσειε μέτρον; Λιβύων δὲ τῶν ἐν ταῖς πόλεσιν ᾠκημένων τὰ πρότερα καὶ γῆν γεωργούντων ἐργασίαν τε τὴν κατὰ θάλασσαν ἐργαζομένων, ὅπερ μοι αὐτόπτῃ ἐπὶ πλεῖστον γεγονέναι τετύχηκε, πῶς ἄν τις τὸ πλῆθος διαριθμεῖσθαι ἱκανὸς εἴη τῶν πάντων ἀνθρώπων; τούτων δὲ πολλῷ ἔτι πλείους Μαυρούσιοι ἦσαν ἐνταῦθα, οἷς δὴ ἅπασι ξύν τε γυναιξὶ καὶ γόνῳ διεφθάρθαι ξυνέβη. πολλοὺς δὲ αὖ καὶ Ῥωμαίων στρατιωτῶν καὶ τῶν αὐτοῖς ἐκ Βυζαντίου ἐπισπομένων ἡ γῆ ἔκρυψεν. ὥστε εἴ τις μυριάδας ἀνθρώπων ἔν γε Λιβύῃ πεντακοσίας ἰσχυρίζεται ἀπολωλέναι, οὐκ ἄν ποτε τῷ πράγματι, οἶμαι, διαρκῶς εἴποι. αἴτιον δὲ ὅτι Βανδίλων εὐθὺς ἡσσημένων οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ’ ὅπως οἱ ἡ τῶν ἀγαθῶν φυλακὴ ἐν τῷ ἀσφαλεῖ εὐνοίᾳ τῶν κατηκόων εἴη προὐνόησεν, ἀλλὰ Βελισάριον αὐτίκα μελλήσει οὐδεμιᾷ μετεπέμπετο, τυραννίδα οἱ οὐδαμόθεν προσήκουσαν ἐπεγκαλέσας, ὅπως τὸ ἐνθένδε διοικούμενος κατ’ ἐξουσίαν Λιβύην καταπιὼν ὅλην ληΐζηται.