Ancient Greek · ~2 min
Chapter 20
Procopius, Ἀπόκρυφη Ἱστορία 20.15
Not analysed yet
ἀλλὰ καὶ τὴν τοῦ κοιαίστωρος καλουμένην ἀρχὴν διέθετο οὐδενὶ κόσμῳ, ἧσπερ διαφερόντως ἐπεμελοῦντο οἱ πρότερον βεβασιλευκότες, ὡς εἰπεῖν, ἅπαντες, ὅπως τε τὰ ἄλλα ἔμπειροι καὶ σοφοὶ τὰ ἐς τοὺς νόμους μάλιστα εἶεν οἱ ταύτην διαχειρίσαντες καὶ χρημάτων διαφανῶς ἀδωρότατοι, ὡς οὐκ ἄνευ μεγάλου ὀλέθρου τούτου γε τῇ πολιτείᾳ γενησομένου, εἴπερ οἱ ταύτην τὴν ἀρχὴν ἔχοντες ἢ ἀπειρίᾳ τινὶ ἔχοιντο ἢ φιλοχρηματίᾳ ἐφεῖντο.