Ancient Greek · ~7 min
21.1 to 21.11
Procopius, Ἀπόκρυφη Ἱστορία 21.1-11
Not analysed yet
Ταῦτα μὲν οὖν τῇδε. βασιλεῖ τῷδε εἶχε. πρὸς δὲ τοῦ τῶν πραιτωρίων ἐπάρχου ἀνὰ πᾶν ἔτος πλέον ἢ τριάκοντα κεντηνάρια πρὸς τοῖς δημοσίοις ἐπράσσετο φόροις. οἷς δὴ ὄνομα τὸ ἀερικὸν ἐπιτέθεικεν, ἐκεῖνο, οἶμαι, παραδηλῶν, ὅτι δὴ οὐ τεταγμένη τις οὐδὲ ξυνειθισμένη οὖσα ἡ φορὰ ἐτύγχανεν αὕτη, ἀλλὰ τύχῃ τινὶ ὥσπερ ἐξ ἀέρος ἀεὶ αὐτὴν φερομένην ἐλάμβανε, δέον τῆς πονηρίας τῆς αὐτοῦ ταῦτα ἐπικαλεῖν ἔργα. ὧν δὴ τῷ ὀνόματι οἱ ἐπὶ τῆς ἀρχῆς τεταγμένοι ἀδεέστερον ἀεὶ ταῖς ἐς τοὺς κατηκόους λῃστείαις ἐχρῶντο. καὶ ταῦτα μὲν τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίουν, αὐτοὶ δὲ πλοῦτον βασιλικὸν περιεβάλλοντο οὐδενὶ πόνῳ. ὧνπερ Ἰουστινιανὸς ἐπιστροφὴν οὐδεμίαν ἐδικαίου ποιεῖσθαι, καιροφυλακῶν ὅπως, ἐπειδὰν τάχιστα πλούτου τι μέγα περιβάλωνται χρῆμα, ἔγκλημα ὅ τι δὴ αὐτοῖς ἐπενεγκὼν ἀπροφάσιστον ἀθρόον αὐτοῖς ἀφαιρεῖσθαι τὴν οὐσίαν ἱκανὸς εἴη. ὅπερ καὶ Ἰωάννην τὸν Καππαδόκην εἰργάσατο. ἅπαντες οὖν ἀμέλει ὅσοι τῆς τιμῆς ὑπὸ τὸν χρόνον τοῦτον ἐλαμβάνοντο πλούσιοι ἐξαπιναίως οὐδενὶ γεγένηνται μέτρῳ, δυοῖν μέντοι χωρὶς, Φωκᾶ τε, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ δικαίου ἐς τὸ ἀκρότατον ἐπιμελητοῦ γεγονότος· κέρδους γὰρ ὁτουοῦν οὗτος ὁ ἀνὴρ ἐν τῷ ἀξιώματι καθαρὸς ἔμεινε, καὶ Βάσσου, ὃς δὴ ἐν χρόνῳ τῷ ὑστέρῳ τὴν ἀρχὴν ἔλαβεν. ὧνπερ οὐδέτερος ἐνιαυτὸν διασώσασθαι τὴν τιμὴν ἔσχεν, ἀλλ’ ἅτε ἀχρεῖοί τε καὶ τοῦ καιροῦ τὸ παράπαν ἀλλόκοτοι μηνῶν που ὀλίγων τοῦ ἀξιώματος ἔξω γεγένηνται. ἵνα δὲ μὴ τὸ καθ’ ἕκαστόν μοι διηγουμένῳ ἀτελεύτητος ὁ λόγος εἴη, ταῦτα κἀν ταῖς ἄλλαις ἐπράσσετο ταῖς ἐν Βυζαντίῳ ἀρχαῖς. Πανταχόθι μέντοι τῆς Ῥωμαίων ἀρχῆς ὁ Ἰουστινιανὸς ἐποίει τάδε. τοὺς πονηροτάτους τῶν ἀνθρώπων ἀπολεξάμενος διεφθάρθαι ἀπεδίδοτο τὰς ἀρχὰς σφίσι χρημάτων μεγάλων. σώφρονι γὰρ ἀνδρὶ ἢ ξυνέσεως ὁπωστιοῦν μεταλαχόντι ἔννοια οὐδεμία ἐγένετο χρήματα οἰκεῖα προΐεσθαι, ἐφ’ ᾧ δὴ τοὺς οὐδὲν ἠδικηκότας ληΐζηται. τοῦτό τε τὸ χρυσίον πρὸς τῶν ξυμβαλλόντων κεκομισμένος ἐς τὴν ἐξουσίαν αὐτοὺς ἐνεβίβαζε τοῦ τοὺς κατηκόους πάντα ἐργάζεσθαι.