Ancient Greek · ~2 min
Chapter 21
Procopius, Ἀπόκρυφη Ἱστορία 21.13
Not analysed yet
οἱ δὲ τὰς τῶν πόλεων τιμὰς ἐπὶ τόκοις ἁδροῖς τισιν ἀπὸ τῆς τραπέζης δεδανεισμένοι καὶ τῷ ἀποδεδομένῳ ἀπαριθμήσαντες, ἐπειδὴ ἐγίνοντο ἐν ταῖς πόλεσι, πᾶσαν κακοῦ ἰδέαν ἐς τοὺς ἀρχομένους ἀεὶ ἐνδεικνύμενοι οὐκ ἄλλου του ἐν ἐπιμελείᾳ καθίσταντο ἢ ὅπως τοῖς χρήσταις τὰ ὡμολογημένα τελέσειαν καὶ αὐτοὶ τὸ λοιπὸν ἐν τοῖς πλουσιωτάτοις τετάξονται, οὐκ ἔχοντος αὐτοῖς κίνδυνόν τινα ἢ ὕβριν τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον, ὅσῳ καὶ πλείους τῶν σφίσι παραπεπτωκότων οὐδενὶ λόγῳ ἀποκτείναντες ληΐζεσθαι ἴσχυον.