Ancient Greek · ~2 min
21.27 to 21.29
Procopius, Ἀπόκρυφη Ἱστορία 21.27-29
Not analysed yet
καὶ ἀπ’ αὐτοῦ οἱ βάρβαροι οὗτοι ἐληΐζοντο μὲν ὡς πολέμιοι καὶ ἠνδραποδίζοντο τοὺς τῇδε Ῥωμαίους, ξὺν δὲ τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἅτε φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις ὄντες ἐπ’ οἴκου ἀπεκομίζοντο. πολλάκις δὲ καὶ γεωργῶν τῶν ἐνταῦθά τινες, παίδων τε σφετέρων καὶ γυναικῶν πόθῳ ἐξηνδραποδισμένων ἠγμένοι, ἀθρόοι τε γεγενημένοι ἀναχωροῦσι πολλοὺς ἐτύγχανον κτείναντες, καὶ αὐτῶν τοὺς ἵππους ἴσχυσαν ξὺν πάσῃ ἀφελέσθαι τῇ λείᾳ, πραγμάτων μέντοι ἐς πεῖραν ἦλθον ἐνθένδε δυσκόλων. ἐκ Βυζαντίου γάρ τινες ἐσταλμένοι αἰκίζεσθαί τε αὐτῶν καὶ λωβᾶσθαι τὰ σώματα καὶ χρήμασι ζημιοῦν οὐδεμιᾷ ὀκνήσει ἠξίουν, ἕως τοὺς ἵππους ἅπαντας δοῖεν οὕσπερ τοὺς βαρβάρους ἀφείλοντο.