Ancient Greek · ~2 min
Chapter 22
Procopius, Ἀπόκρυφη Ἱστορία 22.14
Not analysed yet
Σίτου δὲ πολλοῦ κομιδῆ ἐς Βυζάντιον κεκομισμένου ἐσεσήπει μὲν ὁ πλεῖστος ἤδη, αὐτὸς δὲ τοῦτον πόλεσι ταῖς ἑῴαις ἐπέβαλλε κατὰ λόγον ἑκάστῃ, καίπερ οὐκ ἔχοντα ἐπιτηδείως ἐς βρῶσιν ἀνθρώπων, ἐπέβαλλέ τε, οὐχ ᾗπερ ἀποδίδοσθαι τὸν κάλλιστον σῖτον εἰώθει, ἀλλὰ καὶ πολλῷ ἀξιώτερον, ἦν τε τοῖς ὠνουμένοις ἐπάναγκες χρήματα μεγάλα προεμένοις ἐπὶ τιμήμασι φορτικωτάτοις, εἶτα τὸν σῖτον ἐς τὴν θάλασσαν ἢ ἔς τινα ὑδροχόην ἀπορριπτεῖν.