Ancient Greek · ~2 min
Chapter 22
Procopius, Ἀπόκρυφη Ἱστορία 22.7
Not analysed yet
ὅσπερ αὐτοῖν διεπράξατο κατὰ νοῦν ἅπαντα. τούς τε γὰρ στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὔτε αἰσχυνθεὶς οὔτε δείσας πώποτε ὤφθη, ἀλλὰ καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προὔθηκεν, ἀτιμοτέρας τε αὐτὰς καταστησάμενος ἀπεδίδοτο τοῖς ταύτην δὴ οὐκ ἀποκνοῦσι τὴν ἀνοσίαν ἐμπορίαν ἐργάζεσθαι, ἐφιεὶς διαρρήδην τοῖς τὰς ἀρχὰς ὠνησαμένοις ταῖς τῶν ἀρχομένων ψυχαῖς τε καὶ οὐσίαις ᾗ βούλοιντο χρήσασθαι.