Ancient Greek · ~2 min
Chapter 23
Procopius, Ἀπόκρυφη Ἱστορία 23.14
Not analysed yet
φόρον γὰρ ἀπ’ αὐτοῦ τὸν ἐπέτειον οὐχ ἥσσονα ἢ δεκαπλασίονα κατατιθέναι σφίσιν ἐπάναγκες, οἷς γε οὐ μόνον, ὥσπερ εἴρηται, τῷ στρατῷ χορηγεῖν, ἀλλὰ καὶ σῖτον ἐς Βυζάντιον πολλάκις διακομίζειν ταῦτα πεπονθόσι ξυνέπεσεν, ἐπεὶ οὐχ ὁ Βαρσύμης καλούμενος μόνος τὸ τοιοῦτο ἄγος ἐξαμαρτάνειν τετόλμηκεν, ἀλλὰ καὶ πρότερον μὲν ὁ Καππαδόκης, ὕστερον δὲ οἱ μετὰ τὸν Βαρσύμην τοῦτο δὴ τὸ τῆς ἀρχῆς παραλαβόντες ἀξίωμα.