Ancient Greek · ~1 min
Chapter 23
Procopius, Ἀπόκρυφη Ἱστορία 23.24
Not analysed yet
ἐπεὶ δὲ δωματίων ἐμνήσθημεν, οὐδὲ τοῦτο παριτέον ἡμῖν, ὅτι δὴ οἱ κεκτημένοι τὰς ἐν Βυζαντίῳ οἰκίας βαρβάροις ἐνταῦθα καταλύειν παρεχόμενοι ἑπτακισμυρίοις μάλιστα οὖσιν, οὐχ ὅπως τῶν σφετέρων ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις.