Ancient Greek · ~2 min
Chapter 24
Procopius, Ἀπόκρυφη Ἱστορία 24.13
Not analysed yet
οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς ὁ βασιλεὺς κατ’ ἀρχὰς μὲν οὕτω δὴ παρέργως τε καὶ φαύλως ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι, καὶ ἐπειδὰν Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ τῶν ἐκ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ χαρίζεσθαι· ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς στρατείας ὄνομα αὐτοὺς ἀφείλετο οὐδενὶ λόγῳ.