Ancient Greek · ~2 min
Chapter 24
Procopius, Ἀπόκρυφη Ἱστορία 24.8
Not analysed yet
ὕστερον καὶ τῶν ἐν Παλατίῳ φυλάκων τινὲς ἀνὰ πᾶσαν στελλόμενοι τὴν Ῥωμαίων ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε ἀχρείους ὄντας ἢ γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ λοιπὸν ἐκ τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς προσαιτοῦντες τροφὴν δακρύων τε καὶ ὀλοφύρσεως ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς δὲ λοιποὺς, ὅπως δὴ μὴ ταὐτὰ καὶ αὐτοὶ πείσωνται, χρήματα μεγάλα ἐπράττοντο, ὥστε πάντων τοὺς στρατιώτας ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους τε γεγονέναι καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν προθυμεῖσθαι ξυνέβη.