Ancient Greek · ~2 min
Chapter 25
Procopius, Ἀπόκρυφη Ἱστορία 25.16
Not analysed yet
ἐπεὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος οἱ ἐπὶ ταύτῃ τῇ ἐργασίᾳ ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ὄντες ἀξιωτέραν ἀπεδίδοντο τὴν ἐσθῆτα ταύτην, αἰτιώμενοι μεῖζον μὲν ἢ πρότερον ἐν χρόνῳ τῷ παρόντι ὑπὲρ αὐτῆς καταβάλλεσθαι τὸ τίμημα Πέρσαις, πλείω δὲ νῦν τὰ δεκατευτήρια εἶναι ἐν γῇ τῇ Ῥωμαίων, δόκησιν ἅπασιν ὁ αὐτοκράτωρ παρεχόμενος ὅτι δὴ ἐπὶ τούτῳ ἀγανακτοίη, νόμῳ ἅπασιν ἀπεῖπε μὴ πλέον ἢ ὀκτὼ χρυσῶν τῆς τοιαύτης ἐσθῆτος τὴν λίτραν εἶναι.