Ancient Greek · ~5 min
26.18 to 26.22
Procopius, Ἀπόκρυφη Ἱστορία 26.18-22
Not analysed yet
Οἷα δὲ τούς τε προσαιτητὰς καὶ ἀγελαίους ἀνθρώπους καὶ πτωχούς τε καὶ λώβῃ πάσῃ ἐχομένους εἰργάσατο, αὐτίκα ἐροῦμεν· τὰ γὰρ ἀμφὶ τοῖς ἱερεῦσιν αὐτῷ πεπραγμένα ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται. πρῶτα μὲν, ὅπερ εἴρηται, ἅπαντα περιβεβλημένος τὰ πωλητήρια καὶ ὠνίων τῶν ἀναγκαιοτάτων τὰ λεγόμενα καταστησάμενος μονοπώλια πλέον ἢ τριπλάσια τιμήματα πάντας ἀνθρώπους ἐπράττετο. καὶ τὰ μὲν ἄλλα ἐπεὶ ἀνάριθμά μοι ἔδοξεν εἶναι, οὐκ ἂν ἔγωγε λόγῳ ἀτελευτήτῳ καταλέγειν φιλονεικοίην· ἀπὸ δὲ τῶν τοὺς ἄρτους ὠνουμένων πικρότατα ἐς πάντα τὸν αἰῶνα ἐσύλει, οὓς δὴ καὶ χειρώνακτας καὶ πτωχοὺς καὶ πάσῃ λώβῃ ἐχομένους ἀνθρώπους μὴ οὐκ ὠνεῖσθαι ἀδύνατον. αὐτὸς μὲν γὰρ ἐς τρία κεντηνάρια φέρεσθαι ἀνὰ πᾶν ἔτος ἐνθένδε ἠξίου, ὅπως οἱ ἄρτοι ἀξιώτεροι ὦσι καὶ σποδοῦ ἔμπλεῳ· οὐδὲ γὰρ ἐς τοῦτο δὴ τὸ τῆς αἰσχροκερδείας ἀσέβημα ὁ βασιλεὺς οὗτος ὀκνηρὸς ᾔει· ταύτῃ δὲ τῇ σκήψει οἰκεῖα κέρδη ἐπιτεχνώμενοι οἷς ἐπέκειτο ἡ τιμὴ αὕτη αὐτοὶ μὲν ῥᾷστα ἐς πλοῦτόν τινα περιίσταντο μέγαν, λιμὸν δὲ τοῖς πτωχοῖς χειροποίητον ἐν εὐθηνοῦσι χρόνοις ἀεὶ παρὰ δόξαν εἰργάζοντο, ἐπεὶ οὐδὲ σῖτον ἑτέρωθέν τινι εἰσκομίζεσθαι τὸ παράπαν ἐξῆν, ἀλλὰ ἀναγκαῖον ἦν ἅπασι τούτους δὴ ὠνουμένους ἄρτους ἐσθίειν.