Ancient Greek · ~1 min
26.34 to 26.35
Procopius, Ἀπόκρυφη Ἱστορία 26.34-35
Not analysed yet
Ἰουστινιανὸς μέντοι τὰ τῇδε διῳκημένα τῷ Ψαλιδίῳ οὐδεμιᾷ μελλήσει ἐπέρρωσε. Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἰτέον δὲ καὶ εἰς τοὺς ἐν Ἀλεξανδρείᾳ πτωχούς. Ἥφαιστός τις ἐν τοῖς ἐνταῦθα ῥήτορσιν ἐγεγόνει, ὅσπερ παραλαβὼν τὴν Ἀλεξανδρέων ἀρχὴν τὸν μὲν δῆμον τοῦ στασιάζειν κατέπαυσε, φοβερὸς τοῖς στασιώταις φανεὶς, ἔσχατα δὲ ἐσχάτων κακὰ τοῖς τῇδε ᾠκημένοις ἐνδέδεικται πᾶσι.