Ancient Greek · ~7 min
4.33 to 4.41
Procopius, Ἀπόκρυφη Ἱστορία 4.33-41
Not analysed yet
ἐκ παλαιοῦ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν πλοῦτος ὁ τούτου τοῦ ἀνδρὸς ἀκριβῶς ἔκνιζεν, ὑπέρογκός τε ὤν καὶ βασιλικῆς αὐλῆς ἄξιος. ἔφασκόν τε ὡς τῶν δημοσίων χρημάτων Γελίμερός τε καὶ Οὐιττίγιδος τὸ πλεῖστον ἀποκρυψάμενος λάθρα ἔτυχε, μοῖραν δὲ αὐτῶν βραχεῖάν τέ τινα καὶ οὐδαμῆ ἀξιόλογον βασιλεῖ ἔδωκε. πόνους δὲ τοὺς τοῦ ἀνθρώπου καὶ τῶν ἔξωθεν τὴν βλασφημίαν διαριθμούμενοι, ἅμα δὲ καὶ σκῆψιν ἀξιόχρεων ἐπ’ αὐτῷ οὐδεμίαν κεκομισμένοι ἡσυχῆ ἔμενον. τότε δὲ ἡ βασιλὶς αὐτοῦ λαβομένη κατωρρωδηκότος τε καὶ ἀποδειλιάσαντος ὅλως πράξει μιᾷ διεπράξατο ξυμπάσης αὐτοῦ τῆς οὐσίας κυρία γενέσθαι. ἐς κῆδος γὰρ ἀλλήλοις ξυνηλθέτην εὐθὺς, Ἰωαννίνα τε ἡ Βελισαρίου θυγάτηρ, ἧσπερ μόνης ἐγεγόνει πατὴρ, Ἀναστασίῳ τῷ τῆς βασιλίδος θυγατριδῷ μνηστὴ γέγονε. Βελισάριος μὲν οὖν ἀρχήν τε ἀπολαβεῖν τὴν οἰκείαν ἠξίου καὶ στρατηγὸς τῆς ἑῴας ἀποδειχθεὶς πάλιν ἐπὶ Χοσρόην καὶ Μήδους ἐξηγήσεσθαι τῷ Ῥωμαίων στρατῷ, Ἀντωνίνα δὲ οὐδαμῶς εἰα· περιυβρίσθαι γὰρ ἐν τοῖς ἐκείνῃ χωρίοις πρὸς αὐτοῦ ἔφασκεν, ἅπερ οὐκέτι τὸ λοιπὸν ὄψεσθαι. Διὸ δὴ Βελισάριος ἄρχων τῶν βασιλικῶν καταστὰς ἱπποκόμων ἐς τὴν Ἰταλίαν τὸ δεύτερον ἐστάλη, ὁμολογήσας βασιλεῖ, ὥς φασι, χρήματα μήποτε αὐτὸν ἐν τῷδε τῷ πολέμῳ αἰτήσειν, ἀλλὰ ξύμπασαν αὐτὸς τὴν τοῦ πολέμου παρασκευὴν χρήμασιν οἰκείοις ποιήσεσθαι. πάντες μὲν οὖν ὑπετόπαζον τά τε ἀμφὶ τῇ γυναικὶ ταύτῃ, ᾗπερ ἐρρήθη, Βελισάριον διοικήσασθαι καὶ βασιλεῖ ταῦτα ὁμολογῆσαι ἀμφὶ τῷ πολέμῳ ἃ δεδιήγηται, ἀπαλλαξείοντα τῆς ἐν Βυζαντίῳ διατριβῆς, ἐπειδάν τε τάχιστα τοῦ τῆς πόλεως περιβόλου ἐκτὸς γένηται, ἁρπάσεσθαί τε αὐτίκα τὰ ὅπλα καί τι γενναῖον καὶ ἀνδρὶ πρέπον ἐπί τε τῇ γυναικὶ καὶ τοῖς βιασαμένοις φρονήσειν. αὐτὸς δὲ πάντα τὰ ξυμπεσόντα ἐν ἀλογίᾳ πεποιημένος ὅρκων τε τῶν Φωτίῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ὀμωμοσμένων ἐν λήθῃ τε πολλῇ καὶ ὀλιγωρίᾳ γενόμενος εἵπετο τῇ γυναικὶ, καταστὰς ἐκτόπως εἰς αὐτὴν ἐρωτόληπτος, καὶ ταῦτα ἑξήκοντα ἤδη γεγονυῖαν ἔτη.