Ancient Greek · ~2 min
Chapter 5
Procopius, Ἀπόκρυφη Ἱστορία 5.28
Not analysed yet
Τὰ δὲ Σεργίῳ τῷ Βάκχου παιδὶ ἐπὶ Λιβύης ἡμαρτημένα διαρκῶς μὲν ἐν λόγοις μοι τοῖς ἐπιτηδείοις δεδήλωται, ὃς δὴ αἰτιώτατος γέγονε Ῥωμαίοις ἐνταῦθα διαφθαρῆναι τὰ πράγματα, τά τε πρὸς Λευάθας αὐτῷ πρὸς τῶν εὐαγγελίων ὀμωμοσμένα ἐν ἀλογίᾳ πεποιημένος καὶ τοὺς ὀγδοήκοντα πρέσβεις οὐδενὶ λόγῳ διαχρησάμενος, τοσοῦτον δέ μοι τανῦν ἐντιθέναι τῷ λόγῳ δεήσει, ὡς οὔτε νῷ δολερῷ οἱ ἄνδρες οὗτοι παρὰ Σέργιον ἦλθον οὔτε τινὰ σκῆψιν ὁ Σέργιος ὑποψίας περὶ αὐτοὺς εἶχεν, ἀλλὰ διώμοτος ἐπὶ θοίνην καλέσας τοὺς ἄνδρας διεχρήσατο οὐδενὶ κόσμῳ.