Ancient Greek · ~6 min
6.21 to 6.28
Procopius, Ἀπόκρυφη Ἱστορία 6.21-28
Not analysed yet
καὶ φυλάσσειν μὲν τῶν καθεσταμένων οὐδὲν ἠξίου, ἅπαντα δὲ νεοχμοῦν ἐς ἀεὶ ἤθελε, καὶ τὸ ξύμπαν εἰπεῖν, μέγιστος δὴ οὗτος ἦν διαφθορεὺς τῶν εὖ καθεστώτων. τὸν μὲν οὖν λοιμὸν, ὅσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καίπερ ἐπισκήψαντα εἰς τὴν γῆν ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ἤ ὅσοις διαφθαρῆναι τετύχηκεν, ἢ οὐδαμῆ τῇ νόσῳ ἁλόντες ἢ περιγενόμενοι, ἐπειδὴ σφίσιν ἁλῶναι ξυνέβη. ἄνδρα δὲ τοῦτον διαφυγεῖν ἀνθρώπῳ γε ὄντι Ῥωμαίῳ τῶν πάντων οὐδενὶ ξυνηνέχθη, ἀλλ’ ὥσπερ τι ἄλλο ἐξ οὐρανοῦ πάθος ὅλῳ τῷ γένει ἐπεισπεσὸν ἀνέπαφον οὐδένα παντελῶς εἴασε. τοὺς μὲν γὰρ ἔκτεινεν οὐδενὶ λόγῳ, τοὺς δὲ πενίᾳ μαχομένους ἀφεὶς ἀθλιωτέρους τῶν τετελευτηκότων εἰργάζετο, εὐχομένους τὰ παρόντα σφίσι διαλῦσαι θανάτῳ οἰκτίστῳ. τινῶν μέντοι ξὺν τοῖς χρήμασι καὶ τὰς ψυχὰς εἷλεν. ἐπεὶ δὲ οὐδὲν ἦν αὐτῷ μόνην καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν, Λιβύης τε καὶ Ἰταλίας οὐκ ἄλλου του ἕνεκα πεποιῆσθαι τὴν ἐπικράτησιν ἴσχυσεν ἢ ὥστε ξὺν τοῖς πρότερον ὑφ’ αὑτῷ οὖσι διολέσαι τοὺς ταύτῃ ἀνθρώπους. οὔπω γοῦν δεκαταῖος εἰς τὴν δύναμιν γεγονὼς Ἀμάντιον τῶν ἐν Παλατίῳ εὐνούχων ἄρχοντα ξὺν ἑτέροις τισὶν ἐξ αἰτίας οὐδεμιᾶς ἔκτεινεν, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκὼν, πλήν γε δὴ ὅτι ἐς Ἰωάννην τὸν τῆς πόλεως ἀρχιερέα λόγον τινὰ προπετῆ εἴποι. καὶ ἀπ’ αὐτοῦ φοβερώτατος γέγονεν ἀνθρώπων ἁπάντων. αὐτίκα δὲ καὶ Βιταλιανὸν τὸν τύραννον μετεπέμψατο, ᾧ δὴ τὰ πιστὰ πρότερον ὑπὲρ τῆς ἀσφαλείας παρέσχετο, διαλαχὼν αὐτῷ τῶν ἐν Χριστιανοῖς μυστηρίων. ὀλίγῳ τε ὕστερον ἐξ ὑποψίας αὐτῷ προσκεκρουκότα ξὺν τοῖς ἐπιτηδείοις ἐν Παλατίῳ λόγῳ οὐδενὶ διεχρήσατο, πίστεις οὕτω δεινοτάτας ἐμπεδῶσαι οὐδαμῆ ἀξιώσας.