Ancient Greek · ~4 min
8.20 to 8.23
Procopius, Ἀπόκρυφη Ἱστορία 8.20-23
Not analysed yet
οἱ μὲν οὖν τεχνῖται τὴν εἰκόνα εὐθὺς ἐποίουν. λαβοῦσα δὲ ἡ γυνὴ ἔστησεν ἐπὶ τῆς ἐς τὸ Καπιτώλιον φερούσης ἀνόδου ἐν δεξιᾷ ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι, εἶδός τε τὸ Δομετιανοῦ καὶ τὸ πάθος δηλοῦσαν ἐς τόδε τοῦ χρόνου. εἰκάσειεν ἄν τις τό τε ἄλλο Ἰουστινιανοῦ σῶμα καὶ τὴν ὄψιν αὐτὴν καὶ τὰ τοῦ προσώπου ἅπαντα ἤθη ἐν ταύτῃ τῇ εἰκόνι διαφανῶς εἶναι. Τὸ μὲν οὖν εἶδος τοιοῦτός τις ἦν· τὸν δὲ τρόπον ἐς μὲν τὸ ἀκριβὲς οὐκ ἂν φράσαιμι. ἦν γὰρ οὗτος ἀνὴρ κακοῦργός τε καὶ εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσιν, οὔτε αὐτὸς ἀληθιζόμενος τοῖς ἐντυγχάνουσιν, ἀλλὰ νῷ δολερῷ ἅπαντα ἐς ἀεὶ καὶ λέγων καὶ πράττων, καὶ τοῖς ἐξαπατᾶν ἐθέλουσιν ἀποκείμενος οὐδενὶ πόνῳ. καί τις ἀήθης κρᾶσις ἐν αὐτῷ ἐπεφύκει ἔκ τε ἀνοίας καὶ κακοτροπίας ξυγκεκραμένη. καὶ τάχα τοῦτο ἦν ὅπερ ἐν τοῖς ἄνω χρόνοις τῶν τις ἐκ τοῦ περιπάτου φιλοσόφων ἀπεφθέγξατο, ὡς καὶ τὰ ἐναντιώτατα ἐν ἀνθρώπου φύσει ξυμβαίνει εἶναι, ὥσπερ ἐν τῶν χρωμάτων τῇ μίξει.