Ancient Greek · ~2 min
9.52 to 9.54
Procopius, Ἀπόκρυφη Ἱστορία 9.52-54
Not analysed yet
ἀνεῖπον γὰρ αὐτὸν βασιλέα ξὺν τῷ θείῳ τῶν Ῥωμαίων, εἴ τι δόκιμον ἦν, δειμάτων περιουσίᾳ ἐπὶ ταύτην ἠγμένοι τὴν ψῆφον. παρέλαβον τοίνυν τὴν βασιλείαν Ἰουστινιανός τε καὶ Θεοδώρα πρότερον τῆς Πασχαλίας ἑορτῆς ἡμέραις τρισὶν, ὅτε δὴ οὔτε ἀσπάσασθαι τῶν φίλων τινὰ οὔτε εἰρηναῖα προσειπεῖν ἔξεστιν. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον Ἰουστῖνος μὲν ἐτελεύτησε νόσῳ, τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη ἐννέα, μόνος δὲ Ἰουστινιανὸς ξὺν Θεοδώρᾳ τὴν βασιλείαν ἔσχεν.