Ancient Greek · ~2 min
1.5 to 1.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.5-7
Not analysed yet
ἦν τε Βυζαντίοις πρὸς ἡδονὴν Βελισάριον ἐπὶ τῆς ἀγορᾶς ἐς ἡμέραν ἑκάστην ἐκ τῆς οἰκίας προϊόντα ἰδεῖν, ἢ ἐς αὐτὴν ἐπανήκοντα, κόρον τε αὐτῶν τοῦ θεάματος τούτου οὐδεὶς ἔλαβε. πομπῇ γὰρ αὐτοῦ ἰσχυροτάτῃ ἡ πρόοδος ἐῴκει, ἐπεί οἱ Βανδίλων τε πλῆθος καὶ Γότθων τε καὶ Μαυρουσίων ἀεὶ εἵπετο. ἦν δὲ καὶ τὸ σῶμα καλός τε καὶ μέγας καὶ εὐπρόσωπος πάντων μάλιστα. οὕτω δὲ πρᾷόν τε καὶ εὐπρόσοδον παρεῖχεν ἑαυτὸν τοῖς ἐντυγχάνουσιν ὥστε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερὴς εἶναι.