Ancient Greek · ~7 min
1.9 to 1.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 1.9-2-20
Not analysed yet
ἀπεδίδοντο γὰρ αὐτοῖς κατὰ γνώμην τὰ ὤνια πάντα. καὶ ἡνίκα μὲν ἀκμάζοι τὰ λήϊα, ἐς τὸ ἀκριβὲς διεφύλασσε μή τινι παριοῦσα ἡ ἵππος λυμήνηται. τῶν δὲ ὡραίων ἐν τοῖς δένδροις ὄντων ἅψασθαι αὐτῶν οὐδενὶ τὸ παράπαν ἐξουσία ἐγίνετο. καὶ μὴν καὶ σωφροσύνης ὑπερφυῶς μετεποιεῖτο· οὐδὲ γὰρ οὖν οὐδὲ ἄλλης ὅτι μὴ τῆς γεγαμημένης γυναικὸς ἥπτετο. αἰχμαλώτους οὖν ἔκ τε Βανδίλων καὶ Γότθων ἑλὼν τοσαύτας τε τὸ πλῆθος καὶ τοιαύτας τὰ πρόσωπα, οἵας οὐδείς που ἀνθρώπων εἶδεν, οὔτε οἱ ἐς ὄψιν αὐτῶν τινα ἥκειν οὔτε ἄλλως ἐντυχεῖν εἴασεν. ἦν δὲ πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγχίνους τε διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ βέλτιστα ἱκανώτατος. ἐν μέντοι κινδύνοις πολέμου εὔψυχός τε ἦν ξὺν τῷ ἀσφαλεῖ καὶ ξὺν λογισμῷ εὐτολμότατος, ὀξύς τε καὶ μελλητὴς ἐν τῇ ἐπὶ τοὺς πολεμίους ἀεὶ ἐγχειρήσει, κατὰ τὴν χρείαν ἑκάτερον. ἄνευ δὲ τούτων ἐν μὲν τοῖς δεινοῖς εὔελπίν τε τὴν διάνοιαν καὶ ταραχῆς παρείχετο κρείσσω, εὐημερῶν δὲ οὔτε ἐπῆρτο οὔτε ἐτρύφα· μεθύοντα γοῦν Βελισάριον οὐδείς ποτε εἶδεν. Ὅσον μὲν οὖν χρόνον τοῦ Ῥωμαίων στρατοῦ ἔν τε Λιβύῃ καὶ Ἰταλίᾳ προὔστη, νικῶν τε διετέλει καὶ τὰ ἐν ποσὶν ἀεὶ κτώμενος. ἐπεὶ δὲ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ ἐπὶ πλεῖστον ἐγνώσθη. αὐτός τε γὰρ πάσῃ ἀρετῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ δορυφόρων τοὺς πώποτε στρατηγοὺς ὑπεραίρων, φοβερός, ὡς τὸ εἰκός, ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐγένετο. ἀντιτείνειν τε γὰρ ἐπιτάττοντι, οἶμαι, οὐδεὶς ἐτόλμα, ἐπιτελῆ τε πράσσειν ὅσα ἐπιτάττοι οὐδαμοῦ ἀπηξίουν, τήν τε ἀρετὴν αἰσχυνόμενοι καὶ δεδιότες τὴν δύναμιν. ἑπτακισχιλίους γὰρ ἱππέας ἐκ τῆς οἰκίας παρείχετο· ὧν δὴ ἀπόβλητος μὲν οὐδεὶς ἐγεγόνει, αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολεμίων ἀρίστους ἠξίουν.