Ancient Greek · ~7 min
10.1 to 10.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.1-4-9
Not analysed yet
Σολόμων δὲ τὸ ἐν Λιβύῃ παραλαβὼν στράτευμα, ἐπηρμένων μέν, ὡς προδεδήλωται, τῶν Μαυρουσίων, ᾐωρημένων δὲ τῶν ὅλων πραγμά των, ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι. τούς τε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειν τε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο. μάλιστα δὲ αὐτόν τε καὶ Καρχηδόνα πᾶσαν συνετάραξε τὰ ἐς Ἀιγάν τε τὸν Μασσαγέτην καὶ Ῥουφῖνον τὸν Θρᾷκα ἐν Βυζακίῳ ξυνενεχθέντα. ἄμφω γὰρ λογίμω ἐς ἄγαν ἔν τε τῇ Βελισαρίου οἰκίᾳ ἤστην καὶ τῷ Ῥωμαίων στρατεύματι, ἅτερος μὲν αὐτοῖν Ἀιγὰν ἐν τοῖς Βελισαρίου δορυφόροις ταττόμενος, ὁ δὲ ἕτερος ἅτε ἁπάντων εὐψυχότατος τὸ σημεῖον τοῦ στρατηγοῦ ἐν ταῖς παρατάξεσιν εἰωθὼς φέρειν, ὃν δὴ βανδοφόρον καλοῦσι Ῥωμαῖοι. τότε γὰρ τούτω τὼ ἄνδρε ἱππικῶν καταλόγων ἡγουμένω ἐν Βυζακίῳ, ἐπειδὴ τοὺς Μαυρουσίους εἶδον τά τε ἐν ποσὶ ληιζομένους καὶ Λίβυας ἅπαντας ἐν ἀνδραπόδων λόγῳ ποιησαμένους, τηρήσαντες ἐν στενοχωρίᾳ ξὺν τοῖς σφίσιν ἑπομένοις τοὺς τὴν λείαν παραπέμποντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἀφαιροῦνται πάντας. ὡς δὲ οὗτος ὁ λόγος ἐς τῶν βαρβάρων τοὺς ἄρχοντας ἧκε, Κουτζίναν τε καὶ Ἐσδιλάσαν καὶ Ἰουρφούθην καὶ Μεδισινίσσαν, οὐ μακρὰν ταύτης δὴ τῆς στενοχωρίας ἀπέχοντας, χωροῦσιν ἐπ’ αὐτοὺς παντὶ τῷ στρατῷ περὶ δείλην ὀψίαν. Ῥωμαῖοι δέ, κομιδῆ τε ὀλίγοι ὄντες καὶ ἐν χώρῳ στενῷ ἐς μέσον μυριάδων πολλῶν ἀπειλημμένοι, ἀμύνεσθαι τοὺς ἐπιόντας οὐχ οἷοί τε ἦσαν. ἔνθα γὰρ ἂν τραπεῖεν, ἀεὶ κατὰ νώτου ἐβάλλοντο. τότε δὴ Ῥουφῖνός τε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο. ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον· ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵ τε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν παρόντων ἠμύνοντο.