Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.10
Not analysed yet
Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε, “Εἰ μὴ πρὸς παρόντα σέ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόν τε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδάς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν.