Ancient Greek · ~6 min
10.11 to 10.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.11-19
Not analysed yet
βασιλεὺς δὲ Ἀναστάσιος ʽδρᾶν γὰρ ἀνεπισκέπτως οὐδὲν οὔτε ἠπίστατο οὔτε εἰώθεἰ λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμολόγει, τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο. Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας τὰς πύλας ἔσχεν. Ἀναστάσιός τε βασιλεύς, ἐπειδὴ ἐγένοντο αὐτῷ αἱ πρὸς Καβάδην σπονδαί, πόλιν ἐδείματο ἐν χωρίῳ Δάρας ὀχυράν τε ὑπερφυῶς καὶ λόγου ἀξίαν, αὐτοῦ βασιλέως ἐπώνυμον. ἀπέχει δὲ αὕτη πόλεως μὲν Νισίβιδος σταδίους ἑκατὸν δυοῖν δέοντας, χώρας δὲ ἣ τὰ Ῥωμαίων τε καὶ Περσῶν διορίζει ὀκτὼ καὶ εἴκοσι μάλιστα. Πέρσαι δὲ κωλύειν τὴν οἰκοδομίαν σπουδὴν ἔχοντες οὐδαμῆ ἴσχυον ἀσχολίᾳ τῇ ἐς πόλεμον τὸν Οὐννικὸν πιεζόμενοι. ἐπειδή τε αὐτὸν τάχιστα Καβάδης κατέλυσε, πέμψας παρὰ Ῥωμαίους ᾐτιᾶτο πόλιν αὐτοὺς οἰκοδομήσασθαι ἄγχιστά που τῶν σφετέρων ὁρίων, ἀπειρημένον τοῦτο ἐν τοῖς Μήδοις τε καὶ Ῥωμαίοις ξυγκειμένοις τὰ πρότερα. τότε μὲν οὖν Ἀναστάσιος τὰ μὲν ἀπειλῶν, τὰ δὲ φιλίαν τε τὴν ἐς αὐτὸν προτεινόμενος καὶ χρήμασιν οὐ φαύλοις δωρούμενος, παρακρούεσθαί τε καὶ τὴν αἰτίαν ἐκλύειν ἤθελε. καὶ πόλιν δὲ ἄλλην ταύτῃ ὁμοίαν ἐν Ἀρμενίοις ὁ βασιλεὺς οὗτος ἀγχοτάτω ἐδείματο τῶν Περσαρμενίας ὁρίων, ἣ κώμη μὲν ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, πόλεως δὲ ἀξίωμα μέχρι ἐς τὸ ὄνομα πρὸς Θεοδοσίου βασιλέως λαβοῦσα ἐπώνυμος αὐτοῦ ἐγεγόνει. ἀλλ’ Ἀναστάσιος τείχει αὐτὴν ὀχυρωτάτῳ περιβαλὼν πράγματα Πέρσαις οὐδέν τι ἧσσον ἢ διὰ τῆς ἑτέρας παρέσχετο· ἐπιτειχίσματα γὰρ αὐτῶν τῇ χώρᾳ γέγονεν ἄμφω.