Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.6
Not analysed yet
Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος πλοίοις ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς Δρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ’ αὐτῶν καταστήσασθαι· ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν.