Ancient Greek · ~6 min
11.23 to 11.31
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.23-31
Not analysed yet
ἀπολέξας οὖν Βανδίλων χιλιάδας πέντε καὶ ναῦς εἴκοσι καὶ ἑκατὸν τὰς ἄριστα πλεούσας στρατηγόν τε ἀποδείξας Τζάζωνα τὸν ἀδελφὸν ἔστελλε. καὶ οἱ μὲν ἐπὶ Γώδαν τε καὶ Σαρδὼ θυμῷ τε πολλῷ καὶ σπουδῇ χρώμενοι ἔπλεον, βασιλεὺς δὲ Ἰουστινιανὸς Βαλεριανόν τε καὶ Μαρτῖνον προτέρους ἔστελλεν, ἐφ’ ᾧ προσδέξονται τὴν ἄλλην στρατιὰν ἐς τὰ ἐν Πελοποννήσῳ χωρία. καὶ ἐπειδὴ ὲν ταῖς ναυσὶν ἄμφω ἐγενέσθην, ἐνθύμιον βασιλεῖ ἐγένετο ἐντέλλεσθαί τι αὐτοῖν· ὃ καὶ πρότερον ἐθέλοντα λέγειν ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν περιλαβοῦσα ἐξέκρουσε. μεταπεμψάμενος οὖν αὐτὼ λέγειν ἔμελλεν ἃ ἐβούλετο, ἀλλὰ ξυμβαλὼν εὕρισκεν ὡς οὐκ ἂν αὐτοῖν αἴσιον εἴη τὴν πορείαν ἐκκόψαι. ἔπεμπεν οὖν τινας ἀπεροῦντας αὐτοῖν μήτε ἀναστρέφειν ἐς αὐτὸν αὖθις μήτε ἐκ τῶν νεῶν ἀποβαίνειν. οἱ δέ, ἐπεὶ τῶν νεῶν ἀγχοῦ ἐγένοντο, ἐκέλευον ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ μηδαμῶς ἀναστρέφειν, ἔδοξέ τε τοῖς παροῦσιν οἰωνός τε εἶναι οὐκ ἀγαθὸς τὸ γινόμενον καὶ οὔποτε τῶν ἐν ταῖς ναυσὶν ἐκείναις τινὰ ἐκ Λιβύης ἐς Βυζάντιον ἐπανήξειν. πρὸς γὰρ δὴ τῷ οἰωνῷ καὶ ἀρὰν ἐς αὐτοὺς ἥκειν ἐκ βασιλέως οὔτι ἑκόντος, ὥστε μὴ ἀναστρέφειν ὑπώπτευον. καὶ εἰ μέν τις αὐτὰ ἐς τὼ ἄρχοντε τούτω, Βαλεριανόν τε καὶ Μαρτῖνον, ξυμβάλλοιτο, οὐκ ἀληθῆ εὑρήσει τὰ ἐξ ἀρχῆς δόξαντα. ἦν δέ τις ἐν τοῖς Μαρτίνου δορυφόροις Στότζας, ὃς δὴ καὶ βασιλεῖ πολέμιος ἔμελλεν ἔσεσθαι καὶ τυραννίδι ἐπιθέσθαι καὶ ἐς Βυζάντιον ἥκιστα ἀναστρέφειν, ἐφ’ ὃν δὴ τὴν ἀρὰν ἐκείνην ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον. ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε πη ἄλλῃ ἔχει, ἀφίημι ἑκάστῳ ὅπη ἄν τις βούληται ἐκλογίζεσθαι. ὅπως δὲ ὅ τε στρατηγὸς Βελισάριος καὶ τὸ στράτευμα ἐστάλη, ἐρῶν ἔρχομαι.