Ancient Greek · ~2 min
11.24 to 11.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.24-2-25
Not analysed yet
ἐπεὶ ἐν βραχεῖ αὐτοῖς ἐπανήξομεν χρόνῳ. καὶ ἤν τι ὕποπτον αὐτοῖς ἐς ἡμᾶς ἐστιν, ἐλάσσω βλάψουσι τῇ πόλει τοὺς πολεμίους δεξάμενοι· ἄμεινον γὰρ πρὸς δυσμενεῖς ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι. ὅπως μέντοι μηδέν τι ξυμβήσεται τοιοῦτον, ἐγὼ προνοήσω. ἄνδρας τε γὰρ πολλοὺς καὶ ἄρχοντα ξυνετώτατον ἀπολείψομεν, οἳ Ῥώμην φυλάξαι ἱκανοὶ ἔσονται, ὥστε καὶ ταῦτα ἡμῖν ἐν καλῷ κείσεται καὶ οὐδὲν ἂν ἐκ τῆσδε ἡμῶν τῆς ἀναχωρήσεως γένοιτο βλάβος.”