Ancient Greek · ~7 min
11.25 to 11.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.25-34
Not analysed yet
οἶμαι δ’ ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαί τε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς διεκώλυσεν. οὕτως αὐτὸν ἥ τε φιλοχρηματία ἐξέπλησσε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν ἡ τῆς δόξης ἐπιθυμία. κλέος γάρ οἱ μέγα τοὺς τῶν πόλεων ἀνδραποδισμοὺς ᾤετο εἶναι, οὐδὲν τὸ παράπαν ποιούμενος εἰ σπονδάς τε καὶ ξυνθήκας ἠλογηκὼς τὰ τοιαῦτα ἐς τοὺς Ῥωμαίους ἐργάζεται. ταύτην τε Χοσρόου δηλώσει τὴν γνώμην ἅ τε ἀμφὶ πόλιν Δάρας ἐν ταύτῃ δὴ ἐνεχείρησε τῇ ἀποπορείᾳ, ἐν πάσῃ ἀλογίᾳ ποιησάμενος τὰ ξυγκείμενα, καὶ ἃ Καλλινικησίους ὀλίγῳ ὕστερον ἐν σπονδαῖς ἔδρασεν, ἅπερ μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. ἀλλ’ ὁ θεός, ὥσπερ εἴρηται, Ἀπάμειαν διεσώσατο. ἐπεὶ δὲ τὰ κειμήλια ὁ Χοσρόης ξύμπαντα εἷλε καὶ αὐτὸν μεθύοντα ἤδη τῇ τῶν χρημάτων ἀφθονίᾳ ὁ Θωμᾶς εἶδε, τὸ τοῦ σταυροῦ ξύλον ξὺν τῇ θήκῃ ἐξενεγκὼν ἀνέῳγέ τε τὴν θήκην καὶ τὸ ξύλον ἐνδεικνύμενος “Ὦ κράτιστε βασιλεῦ” ἔφη “ταῦτά μοι ἀπολέλειπται μόνα ἐκ πάντων χρημάτων. θήκην μὲν οὖν τήνδε ʽχρυσῷ τε γὰρ κεκαλλώπισται καὶ λίθοις ἐντίμοισ̓ φθόνος οὐδεὶς λαβόντα σε ξὺν τοῖς ἄλλοις ἅπασιν ἔχειν, τουτὶ δὲ τὸ ξύλον, σωτήριόν τε ἡμῖν καὶ τίμιόν ἐστι, τοῦτο, ἱκετεύω σε καὶ δέομαι, δός μοι.” ὁ μὲν ἱερεὺς τοσαῦτα εἶπε. ξυνεχώρει δὲ Χοσρόης καὶ τὴν δέησιν ἐπιτελῆ ἐποίει. Μετὰ δὲ φιλοτιμίᾳ πολλῇ χρώμενος τόν τε δῆμον ἐς τὸ ἱπποδρόμιον ἀναβαίνειν ἐκέλευε καὶ τοὺς ἡνιόχους ἀγωνίζεσθαι τὰ εἰωθότα σφίσιν. οὗ δὴ καὶ αὐτὸς ἀναβὰς θεατὴς γενέσθαι τῶν ποιουμένων ἐν σπουδῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἠκηκόει πολλῷ πρότερον Ἰουστινιανὸν βασιλέα χρώματος τοῦ Βενέτου, ὃ δὴ κυάνεόν ἐστιν, ἐκτόπως ἐρᾶν, ἀπ’ ἐναντίας αὐτῷ κἀνταῦθα ἰέναι βουλόμενος ἤθελε τῷ πρασίνῳ τὴν νίκην ἁρμόσαι. οἱ μὲν οὖν ἡνίοχοι ἀπὸ βαλβίδων ἀρξάμενοι ἔργου εἴχοντο, τύχη δέ τις τῷ τὰ Βένετα ἐνδιδυσκομένῳ ἐγένετο παρελάσαντι ἐπίπροσθεν ἰέναι. εἵπετο δὲ αὐτῷ κατὰ τὰς αὐτὰς ἁματροχιὰς ὁ τὸ πράσινον ἀμπεχόμενος χρῶμα.