Ancient Greek · ~2 min
11.27 to 11.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.27-29
Not analysed yet
καὶ ἐπεὶ ἐνταῦθα ἀφίκετο, Ματασοῦνθαν τὴν Ἀμαλασούνθης θυγατέρα, παρθένον τε καὶ ὡραίαν ἤδη οὖσαν, γυναῖκα γαμετὴν οὔτι ἐθελούσιον ἐποιήσατο, ὅπως δὴ βεβαιοτέραν τὴν ἀρχὴν ἕξει τῇ ἐς γένος τὸ Θευδερίχου ἐπιμιξίᾳ. ἔπειτα δὲ ἅπαντας Γότθους πανταχόθεν ἀγείρας διεῖπέ τε καὶ διεκόσμει, ὅπλα τε καὶ ἵππους διανέμων κατὰ λόγον ἑκάστῳ, μόνους δὲ Γότθους οἳ ἐν Γαλλίαις φυλακὴν εἶχον, δέει τῶν Φράγγων οὐχ οἷός τε ἦν μεταπέμπεσθαι. οἱ δὲ Φράγγοι οὗτοι Γερμανοὶ μὲν τὸ παλαιὸν ὠνομάζοντο. ὅντινα δὲ τρόπον τὸ ἐξ ἀρχῆς καὶ ὅπη ᾠκημένοι Γαλλίας τε ἐπεβάτευσαν καὶ διάφοροι Γότθοις γεγένηνται, ἐρῶν ἔρχομαι.