Ancient Greek · ~7 min
12.1 to 12.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.1-2-8
Not analysed yet
Ἐπεὶ δὲ ἐς Χαλκίδα πόλιν ἀφίκετο, Βεροίας πόλεως τέτρασι καὶ ὀγδοήκοντα σταδίοις διέχουσαν, αὖθις ἐς λήθην τινὰ τῶν ξυγκειμένων ἦλθε, στρατοπεδευσάμενός τε τοῦ περιβόλου οὐ μακρὰν ἄποθεν, ἔπεμψε Παῦλον ἀπειλήσοντα Χαλκιδεῦσι πολιορκίᾳ τὴν πόλιν αἱρήσειν, εἰ μὴ τήν τε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν σφίσι. Χαλκιδεῖς δὲ ἐς δέος μέγα πρὸς ἑκατέρου βασιλέως ἐμπεπτωκότες στρατιώτας μὲν ἀπώμοσαν ὡς ἥκιστα ἐπιδημεῖν σφίσι, καίπερ ἄλλους τε καὶ Ἀδόναχον τὸν τῶν στρατιωτῶν ἄρχοντα κρύψαντες ἐν οἰκίσκοις τισίν, ὅπως μὴ τοῖς πολεμίοις ἔνδηλοι ὦσι· χρυσοῦ δὲ κεντηνάρια δύο συλλέξαντες μόλις, ἐπεὶ πόλιν οὐ λίαν εὐδαίμονα ᾤκουν, τῷ τε Χοσρόῃ ζωάγρια δόντες τήν τε πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο. Ἐνθένδε οὐκέτι ὁ Χοσρόης ἐβούλετο τὴν ἀποπορείαν ᾗπερ ἐληλύθει ποιήσασθαι, ἀλλ’ Εὐφράτην τε ποταμὸν διαβῆναι καὶ χρήματα ὅτι πλεῖστα ἐκ Μεσοποταμίας ληίζεσθαι. γέφυραν οὖν ζεύξας ἀμφὶ Ὀββάνης τὸ χωρίον, ὅπερ τοῦ ἐν Βαρβαλισσῷ φρουρίου τεσσαράκοντα σταδίους ἀπέχει, αὐτός τε διέβη καὶ παντὶ τῷ στρατῷ ὡς τάχιστα διαβαίνειν ἐπέστελλεν, ὑπειπὼν μὲν τὴν γέφυραν τρίτῃ ἡμέρᾳ λύσεσθαι, τάξας δὲ καὶ τὸν τῆς ἡμέρας καιρόν. καὶ ἐπεὶ παρῆν ἡ κυρία, τινὰς μὲν τοῦ στρατοῦ ἀπολελεῖφθαι μή πω διαβάντας ξυνέβαινεν, ὁ δὲ οὐδ’ ὁτιοῦν ὑπολογισάμενος ἔπεμψε τοὺς τὴν γέφυραν διαλύσοντας. οἵ τε ἀπολειπόμενοι, ὡς ἕκαστός πη ἐδύνατο, εἰς τὰ πάτρια ἤθη ἀνέβαινον. Τότε δὴ φιλοτιμία τις Χοσρόην ἐσῆλθε πόλιν Ἔδεσσαν ἐξελεῖν. ἐνῆγε γὰρ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι δὴ ἀνάλωτον αὐτὴν ἰσχυρίζοντο εἶναι ἐξ αἰτίας τοιᾶσδε. Αὔγαρος ἦν τις ἐν τοῖς ἄνω χρόνοις Ἐδέσσης τοπάρχης ʽοὕτω γὰρ τοὺς κατὰ ἔθνος βασιλεῖς τηνικαῦτα ἐκάλουν̓. ὁ δὲ Αὔγαρος οὗτος ξυνετώτατος ἐγεγόνει τῶν κατ’ αὐτὸν ἀνθρώπων ἁπάντων, καὶ ἀπ’ αὐτοῦ βασιλεῖ Αὐγούστῳ ἐς τὰ μάλιστα φίλος.