Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.17
Not analysed yet
Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτο ʽοὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσἰ, πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν.