Ancient Greek · ~4 min
12.26 to 12.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.26-2-30
Not analysed yet
διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε. γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι βουλομένοις ἀπέδοντο. καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου ὀλεῖται. Τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύν τε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε. μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.