Ancient Greek · ~7 min
13.1 to 13.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.1-11
Not analysed yet
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰουστῖνος βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ξὺν αὑτῷ ἀνειπὼν ἐτελεύτησε, καὶ ἀπ’ αὐτοῦ ἐς μόνον Ἰουστινιανὸν ἡ βασιλεία ἦλθεν. οὗτος Ἰουστινιανὸς ἐκέλευε Βελισάριον δείμασθαι φρούριον ἐν χωρίῳ Μίνδουος, ὃ πρὸς αὐτοῖς ἐστι τοῖς Περσῶν ὁρίοις, ἐν ἀριστερᾷ ἐς Νίσιβιν ἰόντι. ὁ μὲν οὖν σπουδῇ πολλῇ τὰ βασιλεῖ δόξαντα ἐπιτελῆ ἐποίει, τό τε ὀχύρωμα ἐς ὕψος ἤδη πολυανθρωπίᾳ τεχνιτῶν ᾔρετο. Πέρσαι δὲ ἀπεῖπον μὴ οἰκοδομήσασθαι περαιτέρω μηδέν, οὐ λόγοις μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις διακωλυταὶ ἀπειλοῦντες οὐκ ἐς μακρὰν ἔσεσθαι. ταῦτα ἐπεὶ βασιλεὺς ἤκουσεν ʽοὐ γὰρ οἷός τε ἦν Βελισάριος Πέρσας ἐνθένδε τῷ παρόντι στρατῷ ἀποκρούεσθαἰ, ἄλλην τε στρατιὰν ἐπήγγελλεν αὐτόσε ἰέναι καὶ Κούτζην τε καὶ Βούζην, οἳ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἦρχον τότε. τούτω δὲ ἀδελφὼ μὲν ἐκ Θρᾴκης ἤστην, νέω δὲ ἄμφω καὶ οὐ ξὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις εἰς χεῖρας ἰόντε. ἑκάτεροι μὲν οὖν ξυλλεγέντες ἐπὶ τὴν οἰκοδομίαν ἀθρόοι ᾔεσαν, Πέρσαι μὲν αὐτὴν παντὶ σθένει διακωλύσοντες, Ῥωμαῖοι δὲ τοῖς τεκταινομένοις ἐπαμυνοῦντες. μάχης δὲ καρτερᾶς γενομένης ἡσσῶνται Ῥωμαῖοι, φόνος τε αὐτῶν πολὺς γέγονε, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι. ἐν τούτοις ἦν καὶ Κούτζης. οὓς δὴ οἱ Πέρσαι ἅπαντας ἐς τὰ οἰκεῖα ἤθη ἀπαγαγόντες, δήσαντές τε τὸν ἅπαντα χρόνον ἐν σπηλαίῳ καθεῖρξαν, καὶ τοῦ φρουρίου τὴν οἰκοδομίαν οὐδενὸς ἔτι ἀμυνομένου εἰς ἔδαφος καθεῖλον. Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν τῆς ἕω Βελισάριον καταστησάμενος, στρατεύειν ἐπὶ Πέρσας ἐκέλευεν. ὁ δὲ στρατιὰν λόγου πολλοῦ ἀξίαν ἀγείρας ἐς Δάρας ἦλθε. καί οἱ Ἑρμογένης ξυνδιακοσμήσων τὸν στρατὸν ἐκ βασιλέως ἀφίκετο, τὸ τοῦ μαγίστρου ἀξίωμα ἔχων, ὃς Βιταλιανῷ παρήδρευε πρότερον ἡνίκα βασιλεῖ Ἀναστασίῳ πολέμιος ἦν. καὶ Ῥουφῖνον δὲ πρεσβευτὴν βασιλεὺς ἔπεμψεν, ὃν δὴ ἐν Ἱεραπόλει τῇ πρὸς τῷ Εὐφράτῃ ποταμῷ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευε. λόγοι γὰρ ἤδη πολλοὶ ἀμφοτέροις ἀμφὶ τῇ εἰρήνῃ ἐγίνοντο.