Ancient Greek · ~7 min
13.1 to 13.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.1-2-12
Not analysed yet
Τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα. ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον, τούς τε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν. ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο. εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν. ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει. Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι· ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοί, ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες. Καὶ μὴν καὶ Κωνσταντινιέων χρήματα διδόντων ἐδέξατο, καίπερ φάσκων οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν. ἐπειδὴ γὰρ Καβάδης Ἀμίδαν εἷλεν, Ἔδεσσάν τε καὶ Κωνσταντίναν ἐξελεῖν ἤθελεν. ἀλλ’ Ἐδέσσης μὲν ἀγχοῦ γενόμενος τῶν μάγων ἀνεπυνθάνετο εἴ οἱ ἁλώσιμος ἡ πόλις ἔσται, δείξας τῇ δεξιᾷ χειρὶ τὸ χωρίον αὐτοῖς. οἱ δὲ αὐτῷ τὴν πόλιν ἁλώσεσθαι οὐδεμιᾷ μηχανῇ ἔλεγον, τεκμαιρόμενοι ὅτι δὴ τὴν δεξιὰν αὐτῇ χεῖρα προτείνας, οὐχ ἁλώσεως ταύτῃ οὐδὲ ἄλλου ὁτουοῦν χαλεποῦ ξύμβολον, ἀλλὰ σωτηρίας διδοίη. καὶ ὃς ταῦτα ἀκούσας, ἐπείθετό τε καὶ ἐπῆγεν ἐπὶ Κωνσταντίναν τὸ στράτευμα. ἐνταῦθα δὲ ἀφικόμενος ἐνστρατοπεδεύεσθαι παντὶ τῷ στρατῷ ὡς πολιορκήσων ἐπέστελλεν.