Ancient Greek · ~7 min
13.1 to 13.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.1-5-10
Not analysed yet
Ἐπεὶ δὲ Θευδέριχος ἐξ ἀνθρώπων ἠφάνιστο, Φράγγοι, οὐδενὸς σφίσιν ἔτι ἀντιστατοῦντος, ἐπὶ Θορίγγους ἐστράτευσαν, καὶ Ἑρμενέφριδόν τε τὸν αὐτῶν ἄρχοντα κτείνουσι καὶ αὐτοὺς ἅπαντας ὑποχειρίους ποιησάμενοι ἔσχον. ἡ δὲ τοῦ Ἑρμενεφρίδου γυνὴ ξὺν τοῖς παισὶ λαθοῦσα παρὰ Θευδάτον τὸν ἀδελφόν, Γότθων τηνικαῦτα ἄρχοντα, ἦλθε. μετὰ δὲ Γερμανοὶ Βουργουζιώνων τε τοῖς περιοῦσιν ἐς χεῖρας ἦλθον καὶ μάχῃ νικήσαντες τὸν μὲν αὐτῶν ἄρχοντα ἔς τι τῶν ἐκείνῃ φρουρίων καθείρξαντες ἐν φυλακῇ εἶχον, αὐτοὺς δὲ κατηκόους ποιησάμενοι ξυστρατεύειν τὸ λοιπὸν σφίσιν ἐπὶ τοὺς πολεμίους ἅτε δορυαλώτους ἠνάγκαζον, καὶ τὴν χώραν ξύμπασαν ἣν Βουργουζίωνες τὰ πρότερα ᾤκουν, ὑποχειρίαν ἐς ἀπαγωγὴν φόρου ἐκτήσαντο. Ἀμαλάριχός τε, ὃς ἦρχεν Οὐισιγότθων, ἐπεὶ ἐς ἀνδρὸς ἡλικίαν ἦλθε, δύναμιν τὴν Γερμανῶν κατορρωδήσας τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Γερμανῶν ἄρχοντος ἐν γαμετῆς ἐποιήσατο λόγῳ, καὶ Γαλλίαν πρός τε Γότθους καὶ τὸν ἀνεψιὸν Ἀταλάριχον ἐνείματο. τὰ μὲν γὰρ ἐντὸς Ῥοδανοῦ ποταμοῦ Γότθοι ἔλαχον, τὰ δὲ τούτου ἐκτὸς ἐς τὸ Οὐισιγότθων περιέστη κράτος. ξυνέκειτο δὲ φόρον ὃν Θευδέριχος ἔταξε μηκέτι ἐς Γότθους κομίζεσθαι, καὶ χρήματα ὅσα ἐκεῖνος ἐκ Καρκασιανῆς πόλεως λαβὼν ἔτυχεν, Ἀταλάριχος Ἀμαλαρίχῳ ὀρθῶς καὶ δικαίως ἀπέδωκεν. ἐπεὶ δὲ ἄμφω τὰ ἔθνη ταῦτα ἐς τὸ κῆδος ἀλλήλοις ξυνελθόντα ἔτυχε, τὴν αἵρεσιν ἔδοσαν ἀνδρὶ ἑκάστῳ, τὴν ἐγγύην ἐς θάτερον ἔθνος πεποιημένῳ, πότερον γυναικὶ ἕπεσθαι βούλοιτο, ἢ ἐκείνην ἐς γένος τὸ αὐτοῦ ἄγεσθαι. ἦσαν δὲ πολλοὶ καὶ οἱ τὰς γυναῖκας ὅπη ἐβούλοντο ἄγοντες καὶ οἱ πρὸς γυναικῶν τῶν σφετέρων ἀγόμενοι. ὕστερον δὲ Ἀμαλάριχος, προσκεκρουκὼς τῷ τῆς γυναικὸς ἀδελφῷ, κακὸν μέγα ἔλαβε. δόξης γὰρ ὀρθῆς τὴν γυναῖκα οὖσαν, αἵρεσιν αὐτὸς τὴν Ἀρείου ἔχων, οὐκ εἴα νομίμοις τοῖς εἰωθόσι χρῆσθαι οὐδὲ κατὰ τὰ ἔθη τὰ πάτρια τὰ ἐς τὸ θεῖον ἐξοσιοῦσθαι, ἀλλὰ καὶ προσχωρεῖν τοῖς αὐτοῦ ἤθεσιν οὐκ ἐθέλουσαν ἐν πολλῇ ἀτιμίᾳ εἶχεν. ἅπερ ἐπεὶ οὐχ οἵα τε ἦν ἡ γυνὴ φέρειν, ἐς τὸν ἀδελφὸν ἐξήνεγκεν ἅπαντα.