Ancient Greek · ~7 min
13.13 to 13.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.13-2-22
Not analysed yet
ἔχαιρέ τε ἅπας ὁ τῶν Μαυρουσίων στρατός, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνός τε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστός τε ἦν καὶ μαχιμώτατος Μαυρουσίων ἁπάντων. ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. ὁ δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ’ αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας Ἰαύδαν τε καὶ τοὺς πολεμίους κατέπληξε. τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν ἔκτεινε. πεσόντος τε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ’ ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε· καί οἱ κόσμῳ οὐδενὶ ὁ τῶν Μαυρουσίων στρατὸς εἵπετο. ὅ τε Ἀλθίας τούς τε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπί τε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα ὁ Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο τῶν ἐν Νουμιδίᾳ χωρίων. καὶ ἦν δὲ οὕτως. ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα· Μασσωνᾶς μέν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ Βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόν τε καὶ Μαυρουσίους ὧν ἦρχεν ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο. ὁ μὲν οὖν Ῥωμαίων στρατός, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία. τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα ἔσεσθαι. τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων ἐστὶν ὧν ἡμεῖς ἴσμεν.