Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.20
Not analysed yet
ἐν δεξιᾷ δὲ αὐτῶν τῆς τάφρου ἐκτὸς κατὰ τὴν γωνίαν ἣν ἥ τε ὀρθὴ κεραία καὶ ἡ ἐνθένδε εὐθεῖα ἐποίει, Σουνίκας τε ἦν καὶ Ἀϊγάν, Μασσαγέται γένος, ξὺν ἱππεῦσιν ἑξακοσίοις, ὅπως, ἢν οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν τραπεῖεν, αὐτοὶ πλάγιοι κατὰ τάχος ἰόντες κατὰ νώτου τε τῶν πολεμίων γινόμενοι τοῖς ἐκείνῃ Ῥωμαίοις ἀμύνειν εὐπετῶς δύνωνται. ἐπὶ θάτερα δὲ τρόπῳ τῷ αὐτῷ ἐτετάχατο·