Ancient Greek · ~5 min
13.23 to 13.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.23-29
Not analysed yet
ταῦτά τε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖν τε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε καὶ ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι. καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέλευον σκάπτειν. καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο. τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίων Θεοδώρου γνώμῃ, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρός, ἐγκαρσίαν τε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν γεγενημένους ἐκ τοῦ αἰφνιδίου ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα. καὶ αὐτῶν τοὺς μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν. ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖν τε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμιᾷ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιά τε κεκομισμένος ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει. ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν Δάρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα.