Ancient Greek · ~6 min
13.27 to 13.35
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.27-35
Not analysed yet
εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου χώραν, πολλήν τε καὶ ἀγαθὴν οὖσαν. καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνί τε καὶ Ῥωμαίοις, ὡς ἔμπροσθεν ἐρρήθη, ξύμμαχος ἦλθε. τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτης τε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοί τε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει. Σολόμων δὲ Μαυρουσίων τε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖς τε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ’ αὐτῶν διακρίνεσθαι, ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ. οὐ γὰρ οὖν οὐδὲ τροφάς, ὅτι μὴ ὀλίγας, σφίσι τε καὶ τοῖς ἵπποις τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο. πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους ηὐλίσαντο. τοσαύτην τε ὁδὸν ἐς ἡμέραν ἑκάστην ἀνύοντες ἑβδομαῖοι ἀφικνοῦνται ἐς χῶρον ἔνθα φρούριόν τε παλαιὸν ἦν καὶ ποταμός τις ἀένναος. Ὄρος Ἀσπίδος τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Λατῖνοι τὸν χῶρον. ἐνταῦθα σφίσι στρατοπεδεύεσθαι ἠγγέλλοντο οἱ πολέμιοι, καὶ ἐπειδὴ ἐν τῷ χωρίῳ τούτῳ ἐγένοντο πολέμιόν τε οὐδὲν ἀπήντα, στρατοπεδευσάμενοι καὶ ὡς ἐς μάχην παρασκευασάμενοι αὐτοῦ ἔμενον, ἡμερῶν τε αὐτοῖς ἐνταῦθα τριῶν χρόνος ἐτρίβη. ὡς δὲ οἵ τε πολέμιοι τὸ παράπαν σφίσιν ἐκποδὼν ἵσταντο καὶ τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐνθύμιον Σολόμωνἰ τε καὶ τῇ στρατιᾷ πάσῃ ἐγένετο, ὡς ἄρα τις πρὸς Μαυρουσίων τῶν ξυμμάχων ἐπιβουλὴ ἐς αὐτοὺς γίνοιτο·