Ancient Greek · ~6 min
13.37 to 13.45
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.37-45
Not analysed yet
ὅλως δὲ ἐνέδραν σφίσι πρὸς ἀνδρῶν ξυμμάχων γεγενῆσθαι ὑποτοπήσαντες ἐς δέος ἦλθον, λογιζόμενοι ὡς ἄπιστοι λέγονται εἶναι Μαυρούσιοι φύσει, ἄλλως τε ἡνίκα Ῥωμαίοις ἢ ἄλλοις τισὶ ξυμμαχοῦντες ἐπὶ Μαυρουσίους στρατεύονται. ὧν δὴ ἐνθυμηθέντες, ἅμα δὲ καὶ λιμῷ πιεζόμενοι, ἐνθένδε τε κατὰ τάχος ἀναχωροῦσιν ἄπρακτοι καὶ ἐς τὸ πεδίον ἀφικόμενοι χαράκωμα ἐποιήσαντο. Μετὰ δὲ Σολόμων τοῦ στρατοῦ μοῖράν τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος ʽχειμὼν γὰρ ἤδη ἦν’ ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει. ἔνθα δὴ ἕκαστα διεῖπέ τε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καί, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις στρατεύοι. ἅμα δὲ καὶ στρατηγούς τε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρτύετο οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται· αὕτη γὰρ ἡ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας ʽἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχεἰ, Ῥωμης τε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται. Βανδίλοι γὰρ τὸ παλαιὸν ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν. χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν ἃ Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο ἢ τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειν τε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι. ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους ὁ Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε.