Ancient Greek · ~7 min
14.11 to 14.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.11-20
Not analysed yet
αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν. ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτας εἶναι ξυνέπεσεν· ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων ἔθνους. τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων. οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι. μάλιστα δὲ αὐτοὺς ἡ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ’ ἣν οὐχ οἷοί τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι ἐργάζεσθαι ἑς ταύτην δὴ τὴν ἑορτὴν ἄγον. ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον. τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον· οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι. τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες ἐς οὓς διατετάχαται. ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται· οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι Πελοποννήσῳ προσέσχον. ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν. οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται οἷς ἦν ἐν ἐπιμελείᾳ ἡ στάσις, ἔτι μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς.