Ancient Greek · ~7 min
14.18 to 14.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.18-28
Not analysed yet
τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν· ὑμᾶς δέ, ὦ ἄνδρες Πέρσαι, τοῦ βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω. ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκ εὐκλεὴς περιστήσεται.” οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες παρεκελεύσαντο ὧδε, “Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν ἐπίστασθε δή που, μάχῃ τῇ προτέρᾳ σταθμώμενοι· ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν, μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι, οὐδεὶς ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο· ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν, αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ θαρσοῦντες ἐφ’ ἡμᾶς ἥκουσι. σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μάλιστα δεδίττονται, ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ’ ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν. διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται. οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.” Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν.