Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.20
Not analysed yet
ὁ δὲ Ῥωμαῖος τόν τε ἄνθρωπον παρηγορεῖν τήν τε ἀλήθειαν ἐκκρούειν ἐθέλων, ὡς μή τι αὐτῷ τῆς ἐς τὴν οἰκείαν ἐπανόδου χαλεπὸν εἴη, Χιλβούδιον μὲν ἐκεῖνον ἔτι τοῦτον δὴ τὸν ἄνδρα ἰσχυρίζετο εἶναι, δεδιότα δὲ ἅτε δὴ ὄντα ἐν μέσοις βαρβάροις ὡς ἥκιστα ἐθέλειν ἀποκαλύψαι τὸν πάντα λόγον, ἢν μέντοι γένηται ἐν γῇ τῇ Ῥωμαίων, οὐχ ὅσον οὐκ ἀποκρύψεσθαι τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ φιλοτιμήσεσθαι, ὡς τὸ εἰκός, ἐπὶ τούτῳ δὴ τῷ ὀνόματι. τὰ μὲν οὖν πρῶτα κρύφα ταῦτα ἐπράσσετο τῶν ἄλλων βαρβάρων.