Ancient Greek · ~7 min
14.30 to 14.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.30-39
Not analysed yet
Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόν τε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίει ἐς εὔνοιαν τὴν βασιλέως παρακαλῶν. οἱ δὲ κατ’ ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέρᾳ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔς τε Σολόμωνα καὶ τοὺς ἄλλους ἄρχοντας ἀνέδην ὕβριζον. ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος ὁ Καππαδόκης παρηγορεῖν τε καὶ τιθασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι ἐπαΐοντας τῶν λεγομένων. ἦν δέ τις Θεοδώρῳ τούτῳ δυσμένειά τε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα. διὸ δὴ οἱ στασιῶται στρατηγόν τε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ τάχος ἧκον. ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆς τε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ πολέμια. ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδε τε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξ τε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε. Σολόμων δὲ ἐς τὸ ἱερόν, ὅ ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ δείλην ὀψίαν ἦλθεν. ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαί τε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχανεν. εἵποντο δὲ Προκόπιός τε, ὃς τάδε ξυνέγραψε, καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα.