Ancient Greek · ~5 min
14.32 to 14.36
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.32-36
Not analysed yet
ἀρνηθέντα τε κολάζειν ἠπείλουν. ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ βασιλεὺς Ἰουστινιανὸς πρέσβεις τινὰς παρὰ τούτους δὴ τοὺς βαρβάρους στείλας ἠξίου ξυνοικίζεσθαι ἅπαντας εἰς πόλιν ἀρχαίαν, Τούρριν ὄνομα, ἣ κεῖται μὲν ὑπὲρ ποταμὸν Ἴστρον, Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐν τοῖς ἄνω χρόνοις αὐτὴν δειμαμένου, ἔρημος δὲ ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, ληϊσαμένων αὐτὴν τῶν ταύτῃ βαρβάρων. ταύτῃ γὰρ αὐτοὺς καὶ τῇ ἀμφ’ αὐτὴν χώρᾳ Ἰουστινιανὸς βασιλεὺς ἅτε προσηκούσῃ τὸ ἐξ ἀρχῆς Ῥωμαίοις ὡμολόγει δεδωρήσεσθαι καὶ σφίσι ξυνοικιεῖν μὲν δυνάμει τῇ πάσῃ, χρήματα δὲ μεγάλα σφίσι προΐεσθαι, ἐφ’ ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται, καταθεῖν βουλομένοις τὴν Ῥωμαίων ἀρχήν. Ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπῄνεσάν τε καὶ πράξειν ἅπαντα ὑπέσχοντο, εἴπερ αὐτοῖς τὸν Χιλβούδιον στρατηγὸν Ῥωμαίων αὖθις καταστησάμενος ξυνοικιστὴν δοίη, αὐτὸν ἐκεῖνον ἰσχυριζόμενοι, ᾗπερ ἠβούλοντο, Χιλβούδιον εἶναι. ταύταις δὲ ὁ ἄνθρωπος ἐπαρθεὶς ταῖς ἐλπίσιν ἤδη καὶ αὐτὸς ἤθελέ τε καὶ ἔφασκε Χιλβούδιος ὁ Ῥωμαίων στρατηγὸς εἶναι. ἐφ’ οἷς δὴ αὐτὸν στελλόμενον ἐς Βυζάντιον Ναρσῆς ἐν ταύτῃ τῇ πορείᾳ καταλαμβάνει. καὶ ξυγγενόμενος, ἐπεὶ φενακίζοντα τὸν ἄνθρωπον εὗρε ʽκαίπερ τήν τε Λατίνων ἀφιέντα φωνὴν καὶ τῶν Χιλβουδίου γνωρισμάτων πολλὰ ἐκμαθόντα τε ἤδη καὶ προσποιεῖσθαι ἱκανῶς ἔχοντἀ ἔν τε δεσμωτηρίῳ καθεῖρξε καὶ τὸν πάντα ἐξειπεῖν λόγον ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ξὺν αὑτῷ ἤγαγεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.