Ancient Greek · ~7 min
15.9 to 15.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.9-2-18
Not analysed yet
ἐνταῦθα καὶ ξυγγενέσθαι τὸν Διομήδην Αἰνείᾳ τῷ Ἀγχίσου ἥκοντι ἐξ Ἰλίου φασὶ καὶ κατὰ τὸ λόγιον τὸ τῆς Ἀθήνης ἄγαλμα δοῦναι ὃ ξὺν τῷ Ὀδυσσεῖ ἀποσυλήσας ἔτυχεν, ὅτε κατασκόπω ἐς τὴν Ἴλιον ἠλθέτην ἄμφω πρότερον ἢ τήνδε ἁλώσιμον γενέσθαι τοῖς Ἕλλησι. λέγουσι γὰρ αὐτῷ νοσήσαντί τε ὕστερον καὶ ὑπὲρ τῆς νόσου πυνθανομένῳ χρῆσαι τὸ μαντεῖον οὔ ποτέ οἱ τοῦ κακοῦ ἀπαλλαγὴν ἔσεσθαι πλὴν εἰ μὴ ἀνδρὶ Τρωῒ τὸ ἄγαλμα τοῦτο διδοίη. καὶ αὐτὸ μὲν ὅπου γῆς ἐστιν, οὔ φασι Ῥωμαῖοι εἰδέναι, εἰκόνα δὲ αὐτοῦ λίθῳ τινὶ ἐγκεκολαμμένην δεικνύουσι καὶ ἐς ἐμὲ ἐν τῷ τῆς Τύχης ἱερῷ, οὗ δὴ πρὸ τοῦ χαλκοῦ τῆς Ἀθηνᾶς ἀγάλματος κεῖται, ὅπερ αἴθριον ἐς τὰ πρὸς ἕω τοῦ νεὼ ἵδρυται. αὕτη δὲ ἡ ἐν τῷ λίθῳ εἰκὼν πολεμούσῃ τε καὶ τὸ δόρυ ἀνατεινούσῃ ἅτε ἐς ξυμβολὴν ἔοικε· ποδήρη δὲ καὶ ὣς τὸν χιτῶνα ἔχει. τὸ δὲ πρόσωπον οὐ τοῖς Ἑλληνικοῖς ἀγάλμασι τῆς Ἀθηνᾶς ἐμφερές ἐστιν, ἀλλ’ οἷα παντάπασι τὸ παλαιὸν Αἰγύπτιοι ἐποίουν. Βυζάντιοι δέ φασι τὸ ἄγαλμα τοῦτο Κωνσταντῖνον βασιλέα ἐν τῇ ἀγορᾷ ἣ αὐτοῦ ἐπώνυμός ἐστι κατορύξαντα θέσθαι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. Ἰταλίαν δὲ οὕτω ξύμπασαν ἣ ἐντὸς κόλπου τοῦ Ἰονίου ἐστίν, ἄχρι ἔς τε Ῥώμην καὶ Σάμνιον Βελισάριος παρεστήσατο, τοῦ δὲ κόλπου ἐκτὸς ἄχρι ἐς Λιβουρνίαν Κωνσταντιανός, ὥσπερ ἐρρήθη, ἔσχεν. ὅντινα δὲ τρόπον Ἰταλίαν οἰκοῦσιν οἱ ταύτῃ ἄνθρωποι ἐρῶν ἔρχομαι. πέλαγος τὸ Ἀδριατικόν, ἐκροήν τινα πόρρω που τῆς ἠπείρου ἐκβάλλον, ποιεῖται τὸν Ἰόνιον κόλπον, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις ἔνθα δὴ τελευτῶσα τῆς θαλάσσης ἡ ἐς τὴν ἤπειρον ἀνάβασις ἰσθμὸν ποιεῖται. ὅ τε γὰρ Κρισαῖος καλούμενος κόλπος, ἀπολήγων ἐς τὸ Λέχαιον, ἵνα δὴ Κορινθίων ἡ πόλις ἐστίν, ἐν μέτρῳ τεσσαράκοντα σταδίων μάλιστα, ποιεῖται τὸν ταύτης ἰσθμόν· καὶ ὁ ἀφ’ Ἑλλησπόντου κόλπος, ὃν Μέλανα καλοῦσιν, οὐ πλέον, ἀλλὰ κατὰ τοῦτο τὸ μέτρον ἀποτελεῖ τὸν ἐν Χερρονήσῳ ἰσθμόν.