Ancient Greek · ~5 min
16.7 to 16.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.7-2-16
Not analysed yet
πόλεμος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦς τε καὶ φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην. ὅ τε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, ἥ τε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν ἐπὶ τὴν ἐναντίαν ἐκφέρει τὴν γνῶσιν. εἴ τι τοίνυν ἢ βασιλεῖ τῷ μεγάλῳ ἢ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω. ὁ μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων, οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις· ὥστε φόβος οὐδεὶς ἀπ’ ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν. ἐμὲ δὲ ἄνθρωπόν τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον. ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε αὐτοῖς καὶ βασιλεῖ μέλλῃ. τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ὦ ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δέ, τῶν πραγμάτων ἡμῖν ἄμεινον ἢ κατ’ ἐλπίδας κεχωρηκότων, πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι. ἐφ’ ᾧ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστά τε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.” Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς ὁ ξύλλογος ἅπας.